Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.76 Joseph. AJ 8.81 (English) >>Joseph. AJ 8.86

8.79

Ἐχώνευσε δὲ καὶ θάλασσαν χαλκῆν εἰς ἡμισφαίριον ἐσχηματισμένην· ἐκλήθη δὲ τὸ χαλκούργημα θάλασσα διὸ τὸ μέγεθος· ἦν γὰρ λουτὴρ τὴν διάμετρον πηχῶν δέκα καὶ ἐπὶ παλαιστιαῖον πάχος κεχωνευμένος. ὑπερήρειστο δὲ κατὰ τὸ μεσαίτατον τοῦ κύτους σπείρᾳ περιαγομένῃ εἰς ἕλικας δέκα· 8.80ἦν δὲ τὴν διάμετρον πήχεως, περιειστήκεσαν δὲ περὶ αὐτὴν μόσχοι δώδεκα πρὸς τὰ κλίματα τῶν τεσσάρων ἀνέμων ἀποβλέποντες καθʼ ἕκαστον αὐτῶν τρεῖς, εἰς τὰ ὀπίσθια νενευκότες, ὥστʼ αὐτοῖς ἐπικαθέζεσθαι τὸ ἡμισφαίριον κατὰ περιαγωγὴν ἔνδον ἀπονεῦον. ἐδέχετο δὲ θάλασσα βάτους τρισχιλίους. 8.81

Ἐποίησε δὲ καὶ λουτήρων δέκα βάσεις χαλκᾶς τετραγώνους. τούτων ἑκάστη μῆκος γεγόνει πηχῶν πέντε πλάτος τεσσάρων ὕψος ἕξ. συνεκέκλειτο δὲ τὸ ἔργον κατὰ μέρος τετορευμένον οὕτως· τέσσαρες ἦσαν κιονίσκοι κατὰ γωνίαν ἑστῶτες τετράγωνοι τὰ πλευρὰ τῆς βάσεως ἐξ ἑκατέρου μέρους ἐν αὑτοῖς ἔχοντες ἐξηρμοσμένα. 8.82ἦν δὲ ταῦτα τριχῇ διῃρημένα· ἑκάστην δὲ χώραν ὅρος ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφʼ οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ τετορευμένοις. 8.83τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν εἱστήκει. χωνευτοὶ δʼ ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν ἐνέκειντο· ἦσαν δʼ ὅμως οὕτως ἔχουσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.76 Joseph. AJ 8.81 (English) >>Joseph. AJ 8.86

Powered by PhiloLogic